Psalms 30

1
LXX: Psa.29:1
Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυιδ.
LXX: Psa.29:2
Ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ.
2
LXX: Psa.29:3
κύριε θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
3
LXX: Psa.29:4
κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
4
LXX: Psa.29:5
ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
5
LXX: Psa.29:6
ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.
6
LXX: Psa.29:7
ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
7
LXX: Psa.29:8
κύριε, ἐν τῷ θελήματί σου, παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.
8
LXX: Psa.29:9
πρὸς σέ, κύριε, κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι
9
LXX: Psa.29:10
Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
10
LXX: Psa.29:11
ἤκουσεν κύριος καὶ ἠλέησέν με, κύριος ἐγενήθη βοηθός μου.
11
LXX: Psa.29:12
ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
12
LXX: Psa.29:13
ὅπως ἂν ψάλῃ σοι. δόξα μου, καὶ οὐ μὴ κατανυγῶ· κύριε θεός μου εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι
Copyright information for LXX